Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.452 Joseph. BJ 3.459 (English) >>Joseph. BJ 3.467

3.456ταύταις ἐνεδίδου ταῖς ἱκεσίαις στρατηγὸς καίτοι διὰ τὴν ἁρπαγὴν τῶν ἵππων ἐφʼ ὅλην ὠργισμένος τὴν πόλιν· καὶ γὰρ ἀγωνιῶντα περὶ αὐτῆς τὸν Ἀγρίππαν ἑώρα. 3.457λαβόντων δὲ τούτων τῷ δήμῳ δεξιὰς οἱ περὶ τὸν Ἰησοῦν οὐκέτι ἀσφαλὲς ἡγούμενοι μένειν ἐπὶ τῆς Τιβεριάδος εἰς Ταριχέας ἀποδιδράσκουσιν. 3.458καὶ μεθʼ ἡμέραν Οὐεσπασιανὸς σὺν ἱππεῦσιν προπέμπει πρὸς τὴν ἀκρώρειαν Τραϊανὸν ἀποπειραθῆναι τοῦ πλήθους, εἰ πάντες εἰρηνικὰ φρονοῖεν. 3.459ὡς δʼ ἔγνω τὸν δῆμον ὁμοφρονοῦντα τοῖς ἱκέταις, ἀναλαβὼν τὴν δύναμιν ᾔει πρὸς τὴν πόλιν. οἱ δὲ τάς τε πύλας ἀνοίγουσιν αὐτῷ καὶ μετʼ εὐφημιῶν ὑπήντων σωτῆρα καὶ εὐεργέτην ἀνακαλοῦντες. 3.460τῆς δὲ στρατιᾶς τριβομένης περὶ τὴν τῶν εἰσόδων στενότητα παραρρῆξαι τοῦ κατὰ μεσημβρίαν τείχους Οὐεσπασιανὸς κελεύσας πλατύνει τὴν εἰσβολὴν αὐτοῖς. 3.461ἁρπαγῆς μέντοι καὶ ὕβρεως ἀπέχεσθαι παρήγγειλεν τῷ βασιλεῖ χαριζόμενος, τῶν τε τειχῶν διὰ τοῦτον ἐφείσατο συμμενεῖν πρὸς τὸ λοιπὸν ἐγγυωμένου τοὺς ἐν αὐτοῖς, καὶ πολλὰ κεκακωμένην τὴν πόλιν ἐκ τῆς στάσεως ἀνελάμβανεν. 3.462

Ἔπειτα προελθὼν αὐτῆς τε μεταξὺ καὶ Ταριχεῶν στρατοπεδεύεται, τειχίζει τε τὴν παρεμβολὴν ὀχυρωτέραν ὑφορώμενος ἐκεῖ πολέμου τριβὴν αὐτῷ γενησομένην· 3.463συνέρρει γὰρ εἰς τὰς Ταριχέας πᾶν τὸ νεωτερίζον, τῇ τε τῆς πόλεως ὀχυρότητι καὶ τῇ λίμνῃ πεποιθότες, καλεῖται Γεννησὰρ πρὸς τῶν ἐπιχωρίων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.452 Joseph. BJ 3.459 (English) >>Joseph. BJ 3.467

Powered by PhiloLogic